Ancient Greek
593
Aristophanes, Fragmenta 593
Unproofread scanNot analysed yet
τί δῆτά σοι δράσω, κακόδαιμον, ἀμφορεὺς ἐξοστρακισθείς; καὶ κύων ἀκράχολος Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι. Eustathius 1467, 35 Ἑκάτης ἀγάλματα αἱ κύνες. ταύτῃ γάρ φασι θύονται· ἣν καὶ κυνοπρόσωπον διαπλάττονται. Ἀριστοφάνης κτλ. Bekker. Anecd. 327, 13 ἀγάλματα Ἑκάτης· αἱ κύνες. θύονται γὰρ αὐτῇ. 336, 31 ἄγαλμα Ἑκάτης· τὴν κύνα οὕτως εἴρηκεν Ἀριστοφάνης διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας, ἢ ὅτι καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν. Hesych. Ἑκάτης ἄγαλμα· τὰς κύνας οὕτω φασὶ διὰ τὸ ἐκφέρεσθαι Ἑκάτῃ κύνας. τινὲς δὲ καὶ αὐτὴν κτλ. Eurip. fr. 959 N. Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσει. cf. Preller Mythol. gr. I 248.