Ancient Greek
699
Aristophanes, Fragmenta 699
Unproofread scanNot analysed yet
ῥήματά τε κομψὰ καὶ παίγνι’ ἐπιδεικνύναι πάντ’ ἀπ’ ἀκροφυσίων κἀπὸ καναβενμάτων. Bekker. Anecd. 415, 29 et Suidas ἀπ’ ἀκροφυσίων λόγους ἐνδεικνύναι· οἱονεὶ καινοὺς καὶ νεοποιήτους. Ἀριστοφάνης κτλ. λέγει γὰρ διὰ μὲν τοῦ ἀπ’ ἀκροφυσίων καινῶς εἰργασμένα καὶ οἷον ἐκ πυρός, διὰ δὲ τοῦ ἀπὸ κινναβενμάτων οἷον καινῶς πεπλασμένα καὶ (καινὴν) διάθεσιν ἔχοντα. κίνναβος γὰρ τὸ εἴδωλον, πρὸς ὃ οἱ πλάσται καὶ οἱ ζωγράφοι βλέποντες διατίθενται πλάττοντες καὶ γράφοντες. κἀπὸ καναβενμάτων K.] καὶ τῶν ἀποκινναβενμάτων. κἀπὸ κιναβ. Brunck. Hesych. ἀκροφύσια· τὰ ἄκρα τῶν ὀσκῶν, ἐν οἷς οἱ χαλκεῖς τὸ πῦρ ἐκφυσῶσιν. Photius κιναβενμάτων· πονηρευμάτων. Hesych. κιναβεύματα· πανουργεύματα. quae unde fluxerint nescio: