Ancient Greek · ~6 min
Prologue 1
Aristophanes, Θεσμοφοριάζουσαι 1.2
Not analysed yet
ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον.
ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ.
μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα.
καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν
ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.
τί οὖν ἐγὼ δρῶ;
περίμενʼ, ὡς ἐξερχεται.
ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;
νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;
οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
ποῖόν τι;
τῇδε θἠμέρᾳ κριθήσεται
εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.
καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια
μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα,
ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση.
τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.
αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ.
τιὴ τί δή;
ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις.
ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
ἐς Θεσμοφόροιν ἐλθεῖν.
τί δράσοντʼ; εἰπέ μοι.
ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃ
λέξονθʼ ὑπὲρ ἐμοῦ.
πότερα φανερῶς ἢ λάθρᾳ;
λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·
τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
σίγα.
τί δʼ ἔστιν;
Ἁγάθων ἐξέρχεται.
καὶ ποῖός ἐστιν;
οὗτος οὑκκυκλούμενος.
ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶ
ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ.
σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.
μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;