Ancient Greek · ~3 min
Prologue 1
Aristophanes, Θεσμοφοριάζουσαι 1.3
Not analysed yet
ἱερὰν χθονίαις δεξάμεναι
λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
πατρίδι χορεύσασθε βοάν.
τίνι δαιμόνων ὁ κῶμος;
λέγε νυν. εὐπίστως δὲ τοὐμὸν
δαίμονας ἔχει σεβίσαι.
ἄγε νυν ὄλβιζε Μοῦσα
χρυσέων ῥύτορα τόξων
Φοῖβον, ὃς ἱδρύσατο χώρας
γύαλα Σιμουντίδι γᾷ.
χαῖρε καλλίστας ἀοιδᾶς
Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς
γέρας ἱερὸν προφέρων.
τάν τʼ ἐν ὄρεσι δρυογόνοισι
κόραν ἀείσατʼ
Ἄρτεμιν ἀγροτέραν.
ἕπομαι κλῄζουσα σεμνὸν
γόνον ὀλβίζουσα Λατοῦς
Ἄρτεμιν ἀπειρολεχῆ.
Λατώ τε κρούματά τʼ Ἀσιάδος
ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων
διανεύματα Χαρίτων†.
σέβομαι Λατώ τʼ ἄνασσαν
κίθαρίν τε ματέρʼ ὕμνων
ἄρσενι βοᾷ δόκιμον,
τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν
ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ.
χαῖρʼ ὄλβιε παῖ Λατοῦς.