Ancient Greek · ~7 min
Prologue 1, lines 1.4.171-1.4.214
Aristophanes, Θεσμοφοριάζουσαι 1.4.171-214
Not analysed yet
ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ
ἐμαυτὸν ἐθεράπευσα.
πῶς πρὸς τῶν θεῶν;
παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν.
μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως.
ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν.
λέγε.
Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
ἱκέτης ἀφῖγμαι πρὸς σέ.
τοῦ χρείαν ἔχων;
μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον
τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;
ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι·
ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω,
σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένος
γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.
Εὐριπίδη—
τί ἔστιν;
ἐποίησάς ποτε,
χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;
ἔγωγε.
μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.
ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.
καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶ
οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.
τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
κάκιον ἀπολοίμην ἂν ἢ σύ.
πῶς;
ὅπως;
δοκῶν γυναικῶν ἔργα νυκτερείσια
κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
ἰδού γε κλέπτειν· νὴ Δία βινεῖσθαι μὲν οὖν.
ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει.
τί οὖν; ποιήσεις ταῦτα;
μὴ δόκει γε σύ.
ὦ τρισκακοδαίμων ὡς ἀπόλωλʼ Εὐριπίδης.
ὦ φίλτατʼ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.
πῶς οὖν ποιήσω δῆτα;
τοῦτον μὲν μακρὰ
κλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών.
ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
ἀπόδυθι τουτὶ θοἰμάτιον.