Ancient Greek · ~7 min
Prologue 1, lines 1.4.214b-1.4.257
Aristophanes, Θεσμοφοριάζουσαι 1.4.214b-257
Not analysed yet
καὶ δὴ χαμαί.
ἀτὰρ τί μέλλεις δρᾶν μʼ;
ἀποξυρεῖν ταδί,
τὰ κάτω δʼ ἀφεύειν.
ἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ.
ἢ μὴʼ πιδοῦνʼ ἐμαυτὸν ὤφελόν ποτε.
Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
χρῆσόν τί νυν ἡμῖν ξυρόν.
αὐτὸς λάμβανε
ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.
γενναῖος εἶ.
κάθιξε· φύσα τὴν γνάθον τὴν δεξιάν.
ὤμοι.
τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,
ἢν μὴ σιωπᾷς.
ἀτταταῖ ἰατταταῖ.
οὗτος σὺ ποῖ θεῖς;
ἐς τὸ τῶν σεμνῶν θεῶν·
οὐ γὰρ μὰ τὴν Δήμητρά γʼ ἐνταυθοῖ μενῶ
τεμνόμενος.
οὔκουν καταγέλαστος δῆτʼ ἔσει
τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
ὀλίγον μέλει μοι.
μηδαμῶς πρὸς τῶν θεῶν
προδῷς με· χώρει δεῦρο.
κακοδαίμων ἐγώ.
ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε· ποῖ στρέφει;
μυμῦ.
τί μύξεις; πάντα πεποίηται καλῶς.
οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.
μὴ φροντίσῃ· ὡς εὐπρεπὴς φανεῖ πάνυ.
βούλει θεᾶσθαι σαυτόν;
εἰ δοκεῖ, φέρε.
ὁρᾷς σεαυτόν;
οὐ μὰ Δίʼ ἀλλὰ Κλεισθένη.
ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε.
οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.
ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον.
ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.
ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι.
οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.
πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός. †
θάρρει.
τί θαρρῶ καταπεπυρπολημένος;
ἀλλʼ οὐκ ἔτʼ οἰδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ
ἀποπεπόνηκας.
φῦ ἰοὺ τῆς ἀσβόλου.
αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
μὴ φροντίσῃς· ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.
οἰμώξετἄρʼ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
καὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς.
λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ.
τί οὖν λάβω;
ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
νὴ τὴν Ἀφροδίτην ἡδύ γʼ ὄζει ποσθίου.
σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.
ἰδού.
ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
κεκρυφάλου δεῖ καὶ μίτρας.