Ancient Greek · ~6 min
Prologue 1, lines 1.4.257b-1.4.293
Aristophanes, Θεσμοφοριάζουσαι 1.4.257b-293
Not analysed yet
ἡδὶ μὲν οὖν
κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
νὴ τὸν Δίʼ ἀλλὰ κἀπιτηδεία πάνυ.
ἆρʼ ἁρμόσει μοι;
νὴ Δίʼ ἀλλʼ ἄριστʼ ἔχει.
φέρʼ ἔγκυκλον·
τουτὶ λάβʼ ἀπὸ τῆς κλινίδος.
ὑποδημάτων δεῖ.
τἀμὰ ταυτὶ λάμβανε.
ἆρʼ ἁρμόσει μοι;
χαλαρὰ γοῦν χαίρεις φορῶν.
σὺ τοῦτο γίγνωσκʼ· ἀλλʼ ἔχεις γὰρ ὧν δέει,
εἴσω τις ὡς τάχιστά μʼ ἐσκυκλησάτω.
ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
τό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι
γυναικιεῖς εὖ καὶ πιθανῶς.
πειράσομαι.
βάδιζε τοίνυν.
μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
ὀμόσῃς ἐμοί—
τί χρῆμα;
συσσώσειν ἐμὲ
πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός.
τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν,
ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ.
ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
ἐγὼ δʼ ἄπειμι.
δεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου.
ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων
ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος.
ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε
τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
δέσποινα πολυτίμητε Δήμητερ φίλη
καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου,
καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων
ἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών.