Ancient Greek · ~2 min
Lyric-Scene 11
Aristophanes, Θεσμοφοριάζουσαι 11.1
Not analysed yet
ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
Παύσων σέβεται καὶ νηστεύει,
πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν
ἐς τὰς ὥρας ξυνεπευχόμενος
τοιαῦτα μέλειν θάμʼ ἑαυτῷ.
ὅρμα χώρει·
κοῦφα ποσὶν ἄγʼ ἐς κύκλον,
χειρὶ σύναπτε χεῖρα,
ῥυθμὸν χορείας ὕπαγε πᾶσα·
βαῖνε καρπαλίμοιν ποδοῖν.
ἐπισκοπεῖν δὲ πανταχῇ
κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.