Ancient Greek · ~4 min
Lyric-Scene 11, lines 11.1-11.3
Aristophanes, Θεσμοφοριάζουσαι 11.1-2-3
Not analysed yet
ἅμα δὲ καὶ
γένος Ὀλυμπίων θεῶν
μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
εἰ δέ τις
προσδοκᾷ κακῶς ἐρεῖν
ἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
ἀλλὰ χρῆν
ὥσπερ ἔργον αὖ τι καινὸν
πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
πρόβαινε ποσὶ τὸν εὐλύραν
μέλπουσα καὶ τὴν τοξοφόρον
Ἄρτεμιν ἄνασσαν ἁγνήν.
χαῖρʼ ὦ ἑκάεργε,
ὄπαζε δὲ νίκην·
Ἥραν δὲ τὴν τελείαν
μέλψωμεν ὥσπερ εἰκός,
ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ
κλῇδας γάμου φυλάττει.
Ἑρμῆν τε νόμιον ἄντομαι
καὶ Πᾶνα καὶ Νύμφας φίλας
ἐπιγελάσαι προθύμως
ταῖς ἡμετέραισι
χαρέντα χορείαις.
ἔξαιρε δὴ προθύμως
διπλῆν χάριν χορείας.
παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,
νηστεύωμεν δὲ πάντως.
ἀλλʼ εἶα πάλλʼ ἀνάστρεφʼ εὐρύθμῳ ποδί,
τόρευε πᾶσαν ᾠδήν·
ἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺ
κισσοφόρε Βάκχειε
δέσποτʼ· ἐγὼ δὲ κώμοις
σὲ φιλοχόροισι μέλψω.
εὔιον ὦ Διόνυσε
Βρόμιε καὶ Σεμέλας παῖ,
χοροῖς τερπόμενος
κατʼ ὄρεα νυμφᾶν †ἐρατοῖσ† ἐν ὕμνοις,
εὔιον εὔιον εὐοῖ
ἀναχορεύων.
ἀμφὶ δὲ σοὶ κτυπεῖται
Κιθαιρώνιος ἠχώ,
μελάμφυλλά τʼ ὄρη
δάσκια καὶ νάπαι πετρώδεις βρέμονται·
κύκλῳ δὲ περὶ σὲ κισσὸς
εὐπέταλος ἕλικι θάλλει.