Ancient Greek · ~4 min
Lyric-Scene 12
Aristophanes, Θεσμοφοριάζουσαι 12.1
Not analysed yet
φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν
ἐπέλθοιμι καὶ
τὸν Σκύθην λάθοιμι;
κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
κατάνευσον, ἔασον ὡς
τὴν γυναῖκά μʼ ἐλθεῖν.
ἄνοικτος ὅς μʼ ἔδησε τὸν
πολυστονώτατον βροτῶν·
μόλις δὲ γραῖαν ἀποφυγὼν
σαπρὰν ἀπωλόμην ὅμως.
ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ
ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν
κόραξι δεῖπνον. ὁρᾷς; οὐ
χοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδων
κημὸν ἕστηκʼ ἔχουσʼ,
ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,
γαμηλίῳ μὲν οὐ ξὺν
παιῶνι δεσμίῳ δὲ
γοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς
μέλεα μὲν πέπονθα μέλεος,
ὦ τάλας ἐγὼ τάλας,
ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα,
φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα
γόον †φεύγουσαν†
αἰαῖ αἰαῖ ἒ ἒ,
ὃς ἔμʼ ἀπεξύρησε πρῶτον,
ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν·
ἐπὶ δὲ τοῖσδʼ ἐς τόδʼ ἀνέπεμψεν
ἱερόν, ἔνθα γυναῖκες.
ἰώ μοι μοίρας ἄτεγκτε δαίμων·
ὦ κατάρατος ἐγώ·
τίς ἐμὸν οὐκ ἐπόψεται
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ—
τὸν βάρβαρον ἐξολέσειεν.
οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαν
νέκυσιν ἐπὶ πορείαν.