Ancient Greek · ~7 min
Parodos 2
Aristophanes, Θεσμοφοριάζουσαι 2.2
Not analysed yet
δεχόμεθα καὶ θεῶν γένος
λιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖς
φανέντας ἐπιχαρῆναι.
Ζεῦ μεγαλώνυμε χρυσολύρα τε
Δῆλον ὃς ἔχεις ἱεράν,
καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι
χρυσόλογχε πόλιν οἰκοῦσα
περιμάχητον, ἐλθὲ δεῦρο.
καὶ πολυώνυμε θηροφόνη παῖ
Λατοῦς χρυσώπιδος ἔρνος,
σύ τε πόντιε σεμνὲ Πόσειδον
ἁλιμέδον προλιπὼν
μυχὸν ἰχθυόεντʼ οἰστροδόνητον,
Νηρέος ἐναλίου τε κόραι
Νύμφαι τʼ ὀρείπλαγκτοι.
χρυσέα τε φόρμιγξ
ἰαχήσειεν ἐπʼ εὐχαῖς
ἡμετέραις· τελέως δʼ
ἐκκλησιάσαιμεν Ἀθηναίων
εὐγενεῖς γυναῖκες.
εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
καὶ ταῖσι Δηλίαισι τοῖς τʼ ἄλλοις θεοῖς,
εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
τῷ τῶν γυναικῶν ἢ ʼπικηρυκεύεται
Εὐριπίδῃ Μήδοις τʼ ἐπὶ βλάβῃ τινὶ
τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ
ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
προαγωγὸς οὖσʼ ἐνετρύλλισεν τῷ δεσπότῃ
ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
ἢ καὶ δέχεται προδιδοῦσʼ ἑταίρα τὸν φίλον,
κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
ἀρᾶσθε, ταῖς δʼ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.
ξυνευχόμεσθα τέλεα μὲν
πόλει τέλεα δὲ δήμῳ
τάδʼ εὔγματα γενέσθαι,
τὰ δʼ ἄρισθʼ ὅσαις προσήκει
νικᾶν λεγούσαις· ὁπόσαι δʼ
ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς
ὅρκους τοὺς νενομισμένους
κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
ἢ ψηφίσματα καὶ νόμον
ζητοῦσʼ ἀντιμεθιστάναι,
τἀπόρρητά τε τοῖσιν ἐχθροῖς
τοῖς ἡμετέροις λέγουσʼ,
ἢ Μήδους ἐπάγουσι γῇ
κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.
ἀλλʼ ὦ παγκρατὲς
Ζεῦ ταῦτα κυρώσειας, ὥσθʼ
ἡμῖν θεοὺς παραστατεῖν
καίπερ γυναιξὶν οὔσαις.