Ancient Greek · ~4 min
Lyric-Scene 3
Aristophanes, Θεσμοφοριάζουσαι 3.1
Not analysed yet
οὔπω ταύτης ἤκουσα
πολυπλοκωτέρας γυναικὸς
οὐδὲ δεινότερον λεγούσης.
πάντα γὰρ λέγει δίκαια,
†πάσας δʼ ἰδέας ἐξήτασεν,
πάντα δʼ ἐβάστασεν φρενὶ πυκνῶς τε†
ποικίλους λόγους ἀνηῦρεν
εὖ διεζητημένους·
ὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴν
Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν
ἂν αὐτόν, ὡς ἐγᾦμαι,
πᾶσιν ὑμῖν
ἄντικρυς μηδὲν λέγειν.
ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ·
ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις.
τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην·
νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς·
ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ.
νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·
ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά,
ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν
πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.