Ancient Greek · ~1 min
Choral 5
Aristophanes, Θεσμοφοριάζουσαι 5.1
Not analysed yet
ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας
ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι
τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.