Ancient Greek · ~6 min
Episode 4, lines 4.617-4.654
Aristophanes, Θεσμοφοριάζουσαι 4.617-654
Not analysed yet
τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;
τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν;
εἰπέ μοι,
τίς ἔστʼ ἀνήρ σοι;
τὸν ἐμὸν ἄνδρα πυνθάνει;
τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
τὸν δεῖνα; ποῖον;
ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε
τὸν δεῖνα τὸν τοῦ δεῖνα—
ληρεῖν μοι δοκεῖς.
ἀνῆλθες ἤδη δεῦρο πρότερον;
νὴ Δία
ὁσέτη γε.
καὶ τίς σοὐστὶ συσκηνήτρια;
ἡ δεῖνʼ ἔμοιγʼ.
οἴμοι τάλας, οὐδὲν λέγεις.
ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,
ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι
ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.
τί δὲ μετὰ τοῦτο δεύτερον;
προὐπίνομεν.
ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον;
σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.
οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·
ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις.
τί οὖν ποιῶ;
ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;
χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.
ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;
τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.
καὶ ποῦ ʼστιν;
αὖθις ἐς τὸ πρόσθεν οἴχεται.
οὐκ ἐνγεταυθί.
μἀλλὰ δεῦρʼ ἥκει πάλιν.
ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω
τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου
ἡμῖν ἐλοιδορεῖτο.
κακοδαίμων ἐγώ,
εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
ἄγε δὴ τί δρῶμεν;
τουτονὶ φυλάττετε
καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.