Ancient Greek · ~3 min
Choral 5
Aristophanes, Θεσμοφοριάζουσαι 5.1-2
Not analysed yet
ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
δώσει τε δίκην καὶ πρὸς τούτῳ
τοῖς ἄλλοις ἀνδράσιν ἔσται
παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων
ἀθέων τε τρόπων·
φήσει δʼ εἶναί τε θεοὺς φανερῶς,
δείξει τʼ ἤδη
πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας
†δικαίως τʼ ἐφέποντας †ὅσια καὶ νόμιμα
μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται·
αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,
†μανίαισ† φλέγων λύσσῃ παράκοπος,
†εἴ τι δρῴη†
πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν
θεὸς ἀποτίνεται.
ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.