Ancient Greek · ~2 min
Episode 6
Aristophanes, Θεσμοφοριάζουσαι 6
Not analysed yet
ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον
ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,
ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων
πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
καθαιματώσει βωμόν.
ὦ τάλαινʼ ἐγώ.
γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν
στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
τέκνου με περιόψεσθʼ ἀποστερουμένην;