Ancient Greek · ~3 min
Parabasis 9
Aristophanes, Θεσμοφοριάζουσαι 9.3
Not analysed yet
πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂν
τοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον.
χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν·
εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις
τὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένην
λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινι
καὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον,
ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί,
ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.