Ancient Greek · ~7 min
Episode 10, lines 10.846-10.890
Aristophanes, Θεσμοφοριάζουσαι 10.846-890
Not analysed yet
ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.
τί δῆτʼ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθʼ ὅπως
οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντʼ αἰσχύνεται.
τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.
πάντως ὑπάρχει μοι γυναικεία στολή.
τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίως
ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.
πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.
σοί γʼ ὦλεθρε
πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
Ἑλένη δʼ ἐκλήθην.
αὖθις αὖ γίγνει γυνή,
πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίαις
ῥοαῖσιν ἔθανον.
ὤφελες δὲ καὶ σύ γε.
κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ· ὁ δʼ ἄθλιος πόσις
οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
τί οὖν ἔτι ζῶ;
τῶν κοράκων πονηρίᾳ.
ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.
μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.
τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;
Πρωτέως τάδʼ ἐστὶ μέλαθρα.
ποίου Πρωτέως;
ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,
ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
Αἴγυπτον.
ὦ δύστηνος οἷ πεπλώκαμεν.
πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ
ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.
αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
οὐκ ἔσθʼ ὅπως οὐ ναυτιᾷς ἔτʼ ὦ ξένε,
ὅστις γʼ ἀκούσας ὅτι τέθνηκε Πρωτέας
ἔπειτʼ ἐρωτᾷς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
αἰαῖ τέθνηκε. ποῦ δʼ ἐτυμβεύθη τάφῳ;
τόδʼ ἐστὶν αὐτοῦ σῆμʼ, ἐφʼ ᾧ καθήμεθα.
κακῶς τʼ ἄρʼ ἐξόλοιο κἀξολεῖ γέ τοι,
ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
φάρει καλυπτὸς ὦ ξένη;