Ancient Greek · ~7 min
Prologue 1, lines 1.1-1.48
Aristophanes, Σφῆκες 1.1-48
Not analysed yet
Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;
φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν;
οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦ
κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.
ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου.
τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον.
κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος·
καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε.
ἀτὰρ σὺ λέξον πρότερος.
ἐδόκουν αἰετὸν
καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,
κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.
οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.
πῶς δή;
προσερεῖ τις τοῖσι συμπόταις, λέγων
τί ταὐτὸν ἐν γῇ τʼ ἀπέβαλεν κἀν οὐρανῷ
κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;
οἴμοι τί δῆτά μοι κακὸν γενήσεται
ἰδόντι τοιοῦτον ἐνύπνιον;
μὴ φροντίσῃς.
οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.
δεινόν γέ ποὔστʼ ἄνθρωπος ἀποβαλὼν ὅπλα.
ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
ἀλλʼ ἐστὶν μέγα.
περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.
ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
βακτηρίας ἔχοντα καὶ τριβώνια·
κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει
δημηγορεῖν φάλαινα πανδοκεύτρια,
ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.
αἰβοῖ.
τί ἔστι;
παῦε παῦε, μὴ λέγε·
ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
εἶθʼ ἡ μιαρὰ φάλαινʼ ἔχουσα τρυτάνην
ἵστη βόειον δημόν.
οἴμοι δείλαιος·
τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.
ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.
ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν.
οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξ
γιγνόμενος;