Ancient Greek · ~4 min
Choral 12
Aristophanes, Σφῆκες 12
Not analysed yet
πολλάκις δὴ ʼδοξʼ ἐμαυτῷ δεξειὸς πεφυκέναι
καὶ σκαιὸς οὐδεπώποτε·
ἀλλʼ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,
οὗτος ὅν γʼ ἐγώ ποτʼ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς
δειπνοῦντα μετὰ Λεωγόρου·
πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν·
ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετʼ, εἶτʼ ἐκεῖ
μόνος μόνοις
τοῖς Πενέσταισι ξυνῆν τοῖς
Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
ὦ μακάριʼ Αὐτόμενες ὥς σε μακαρίζομεν,
παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·
πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·
τὸν δʼ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·
εἶτʼ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,
ὅντινά ποτʼ ὤμοσε μαθόντα παρὰ μηδενός,
ἀλλʼ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν
γλωττοποιεῖν ἐς τὰ πορνεῖʼ εἰσιόνθʼ ἑκάστοτε.
εἰσί τινες οἵ μʼ ἔλεγον ὡς καταδιηλλάγην,
ἡνίκα Κλέων μʼ ὑπετάραττεν ἐπικείμενος
†καί με κακίσταις †ἔκνισε· κᾆθʼ ὅτʼ ἀπεδειρόμην,
οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,
οὐδὲν ἄρʼ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι
σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.
ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα·
εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.