Ancient Greek · ~4 min
Choral 6
Aristophanes, Σφῆκες 6
Not analysed yet
πιθοῦ πιθοῦ λόγοισι, μηδʼ ἄφρων γένῃ
μηδʼ ἀτενὴς ἄγαν ἀτεράμων τʼ ἀνήρ.
εἴθʼ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
εἶναί τις ὅστις τοιαῦτʼ ἐνουθέτει.
σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
ξυλλαμβάνει τοῦ πράγματος,
καὶ δῆλός ἐστιν εὖ ποιῶν·
σὺ δὲ παρὼν δέχου.
καὶ μὴν θρέψω γʼ αὐτὸν παρέχων
ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
λείχειν, χλαῖναν μαλακήν, σισύραν,
πόρνην, ἥτις τὸ πέος τρίψει
καὶ τὴν ὀσφῦν.
ἀλλʼ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
τοῦτʼ οὐ δύναταί με προσέσθαι.
νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθʼ, οἶς
τότʼ ἐπεμαίνετʼ· ἔγνωκε γὰρ ἀρτίως,
λογίζεταί τʼ ἐκεῖνα πάνθʼ ἁμαρτίας
ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
νῦν δʼ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
καὶ σωφρονεῖ μέντοι μεθιστὰς
ἐς τὸ λοιπὸν τὸν τρόπον
πιθόμενός τέ σοι.
ἰώ μοί μοι.
οὗτος τί βοᾷς;
μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
κείνων ἔραμαι, κεῖθι γενοίμαν,
ἵνʼ ὁ κῆρύξ φησι, ʼτίς ἀψήφιστος; ἀνιστάσθω. ʼ
κἀπισταίην ἐπὶ τοῖς κημοῖς
ψηφιζομένων ὁ τελευταῖος.
σπεῦδʼ ὦ ψυχή. ποῦ μοι ψυχή;
πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
μή νυν ἔτʼ ἐγὼ ʼν τοῖσι δικασταῖς
κλέπτοντα Κλέωνα λάβοιμι.