Ancient Greek
Prologue 1, lines 1.83b-1.126
Aristophanes, Ὄρνιθες 1.83b-126
Not analysed yet
οἶδα μὲν σαφῶς
ὅτι ἀχθέσεται, σφῷν δʼ αὐτὸν οὕνεκʼ ἐπεγερῶ.
κακῶς σύ γʼ ἀπόλοιʼ, ὥς μʼ ἀπέκτεινας δέει.
οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται
ὑπὸ τοῦ δέους.
ὦ δειλότατον σὺ θηρίον,
δείσας ἀφῆκας τὸν κολοιόν;
εἰπέ μοι,
σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;
μὰ Δίʼ οὐκ ἔγωγε.
ποῦ γάρ ἐστʼ;
ἀπέπτετο.
οὐκ ἆρʼ ἀφῆκας; ὦγάθʼ ὡς ἀνδρεῖος εἶ.
ἄνοιγε τὴν ὕλην, ἵνʼ ἐξέλθω ποτέ.
ὦ Ἡράκλεις τουτὶ τί ποτʼ ἐστὶ τὸ θηρίον;
τίς ἡ πτέρωσις; τίς ὁ τρόπος τῆς τριλοφίας;
τίνες εἰσί μʼ οἱ ζητοῦντες;
οἱ δώδεκα θεοὶ
εἴξασιν ἐπιτρῖψαί σε.
μῶν με σκώπτετον
ὁρῶντε τὴν πτέρωσιν; ἦν γὰρ ὦ ξένοι
ἄνθρωπος.
οὐ σοῦ καταγελῶμεν.
ἀλλὰ τοῦ;
τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.
τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται
ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.
Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;
ὄρνις ἔγωγε.
κᾆτά σοι ποῦ τὰ πτερά;
ἐξερρύηκε.
πότερον ὑπὸ νόσου τινός;
οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα
πτερορρυεῖ τε καὖθις ἕτερα φύομεν.
ἀλλʼ εἴπατόν μοι σφὼ τίνʼ ἐστόν;
νώ; βροτώ.
ποδαπὼ τὸ γένος;
ὅθεν αἱ τριήρεις αἱ καλαί.
μῶν ἡλιαστά;
μἀλλὰ θατέρου τρόπου,
ἀπηλιαστά.
σπείρεται γὰρ τοῦτʼ ἐκεῖ
τὸ σπέρμʼ;
ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.
πράγους δὲ δὴ τοῦ δεομένω δεῦρʼ ἤλθετον;
σοὶ ξυγγενέσθαι βουλομένω.
τίνος πέρι;
ὅτι πρῶτα μὲν ἦσθʼ ἄνθρωπος ὥσπερ νὼ ποτέ,
κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ,
κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ·
εἶτʼ αὖθις ὀρνίθων μεταλλάξας φύσιν
καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,
καὶ πάνθʼ ὅσαπερ ἄνθρωπος ὅσα τʼ ὄρνις φρονεῖς·
ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρʼ ἀφίγμεθα,
εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον
ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.
ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;
μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.
ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.
ἐγώ;
ἥκιστα· καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.