Ancient Greek · ~7 min
Prologue 1, lines 1.127-1.168
Aristophanes, Ὄρνιθες 1.127-168
Not analysed yet
ποίαν τινʼ οὖν ἥδιστʼ ἂν οἰκοῖτʼ ἂν πόλιν;
ὅπου τὰ μέγιστα πράγματʼ εἴη τοιάδε·
ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων
λέγοι ταδί· πρὸς τοῦ Διὸς τοὐλυμπίου
ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία
λουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμους·
καὶ μηδαμῶς ἄλλως ποιήσῃς· εἰ δὲ μή,
μή μοι τότε γʼ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.
νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.
τί δαὶ σύ;
τοιούτων ἐρῶ κἀγώ.
τίνων;
ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται
ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ·
καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη
εὑρὼν ἀπιόντʼ ἀπὸ γυμνασίου λελουμένον
οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,
οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.
ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.
ἀτὰρ ἔστι γʼ ὁποίαν λέγετον εὐδαίμων πόλις
παρὰ τὴν ἐρυθρὰν θάλατταν.
οἴμοι μηδαμῶς
ἡμῖν παρὰ τὴν θάλατταν, ἵνʼ ἀνακύψεται
κλητῆρʼ ἄγουσʼ ἕωθεν ἡ Σαλαμινία.
Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;
τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον
ἐλθόνθʼ;
ὁτιὴ νὴ τοὺς θεοὺς ὅσʼ οὐκ ἰδὼν
βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.
ἀλλʼ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι,
ἵνα χρὴ κατοικεῖν.
ἀλλʼ ἔγωγʼ Ὀπούντιος
οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.
οὗτος δὲ δὴ τίς ἔσθʼ ὁ μετʼ ὀρνίθων βίος;
σὺ γὰρ οἶσθʼ ἀκριβῶς.
οὐκ ἄχαρις ἐς τὴν τριβήν·
οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.
πολλήν γʼ ἀφεῖλες τοῦ βίου κιβδηλίαν.
νεμόμεσθα δʼ ἐν κήποις τὰ λευκὰ σήσαμα
καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.
ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.
φεῦ φεῦ·
ἦ μέγʼ ἐνορῶ βούλευμʼ ἐν ὀρνίθων γένει,
καὶ δύναμιν ἣ γένοιτʼ ἄν, εἰ πίθοισθέ μοι.
τί σοι πιθώμεσθʼ;
ὅ τι πίθησθε; πρῶτα μὲν
μὴ περιπέτεσθε πανταχῇ κεχηνότες·
ὡς τοῦτʼ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα
ἐκεῖ παρʼ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,
τίς ὄρνις οὗτος; ὁ Τελέας ἐρεῖ ταδί·