Ancient Greek
Lyric-Scene 10, lines 10.4.1032-10.4.1057
Aristophanes, Ὄρνιθες 10.4.1032-1057
Not analysed yet
οὐκ ἀποσοβήσεις; οὐκ ἀποίσεις τὼ κάδω;
οὐ δεινά; καὶ πέμπουσιν ἤδη ʼπισκόπους
ἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;
ἐὰν δʼ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ —
τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον;
ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους
ἥκω παρʼ ὑμᾶς δεῦρο πωλήσων.
τὸ τί;
χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι καὶ
σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.
σὺ δέ γʼ οἷσπερ ὡτοτύξιοι χρήσει τάχα.
οὗτος τί πάσχεις;
οὐκ ἀποίσεις τοὺς νόμους;
πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους.
καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα.
ἄληθες οὗτος; ἔτι γὰρ ἐνταῦθʼ ἦσθα σύ;
ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηται
κατὰ τὴν στήλην —
οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθʼ ἦσθʼ ἔτι;
ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς.
ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.
μέμνησʼ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;
αἰβοῖ· λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς;
ἀπίωμεν ἡμεῖς ὡς τάχιστʼ ἐντευθενὶ
θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.