Ancient Greek
Lyric-Scene 10, lines 10.4.946-10.4.988
Aristophanes, Ὄρνιθες 10.4.946-988
Not analysed yet
ξυνῆχʼ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.
ἀπόδυθι· δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.
ἄπελθε τουτονὶ λαβών.
ἀπέρχομαι,
κἀς τὴν πόλιν γʼ ἐλθὼν ποιήσω τοιαδί·
κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν·
νιφόβολα πεδία πολύπορά τʼ ἤλυθον ἀλαλάν.
νὴ τὸν Δίʼ ἀλλʼ ἤδη πέφευγας ταυταγὶ
τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.
τουτὶ μὰ Δίʼ ἐγὼ τὸ κακὸν οὐδέποτʼ ἤλπισα,
οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.
αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.
εὐφημία ʼστω.
μὴ κατάρξῃ τοῦ τράγου.
σὺ δʼ εἶ τίς;
ὅστις; χρησμολόγος.
οἴμωζέ νυν.
ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε·
ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων
ἐς τὰς Νεφελοκοκκυγίας.
κὔπειτα πῶς
ταῦτʼ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν
τήνδʼ οἰκίσαι;
τὸ θεῖον ἐνεπόδιζέ με.
ἀλλʼ οὐδὲν οἷόν ἐστʼ ἀκοῦσαι τῶν ἐπῶν.
ἀλλʼ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι
ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —
τί οὖν προσήκει δῆτʼ ἐμοὶ Κορινθίων;
ᾐνίξαθʼ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα.
πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν·
ὃς δέ κʼ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης,
τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα —
ἔνεστι καὶ τὰ πέδιλα;
λαβὲ τὸ βιβλίον.
καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρʼ ἐπιπλῆσαι.
καὶ σπλάγχνα διδόνʼ ἔνεστι;
λαβὲ τὸ βιβλίον.
κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθʼ ὡς ἐπιτέλλω,
αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αιʼ δέ κε μὴ δῷς,
οὐκ ἔσει οὐ τρυγὼν οὐδʼ αἰετὸς οὐ δρυκολάπτης.
καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;
λαβὲ τὸ βιβλίον.
οὐδὲν ἄρʼ ὅμοιός ἐσθʼ ὁ χρησμὸς τουτῳί,
ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην·
αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν
λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,
δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ —
οὐδὲν λέγειν οἶμαί σε.
λαβὲ τὸ βιβλίον.
καὶ φείδου μηδὲν μηδʼ αἰετοῦ ἐν νεφέλῃσιν,
μήτʼ ἢν Λάμπων ᾖ μήτʼ ἢν ὁ μέγας Διοπείθης.