Ancient Greek
Episode 14
Aristophanes, Ὄρνιθες 14.1
Not analysed yet
γενοίμαν αἰετὸς ὑψιπέτας,
ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου
γλαυκᾶς ἐπʼ οἶδμα λίμνας.
ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος.
ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.
αἰβοῖ·
οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον·
ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι
οἰκεῖν μεθʼ ὑμῶν κἀπιθυμῶ τῶν νόμων.
ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι.
πάντων· μάλιστα δʼ ὅτι καλὸν νομίζεται
τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.
καὶ νὴ Δίʼ ἀνδρεῖόν γε πάνυ νομιζομεν,
ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.
διὰ ταῦτα μέντοι δεῦρʼ ἀνοικισθεὶς ἐγὼ
ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντʼ ἔχειν.
ἀλλʼ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος
παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν·
ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους
πάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων,
δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.
ἀπέλαυσά τἄρα νὴ Δίʼ ἐλθὼν ἐνθαδί,
εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.
οὐδέν γʼ. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλε
εὔνους, πτερώσω σʼ ὥσπερ ὄρνιν ὀρφανόν.
σοὶ δʼ ὦ νεανίσκʼ οὐ κακῶς ὑποθήσομαι,
ἀλλʼ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ
τὸν μὲν πατέρα μὴ τύπτε· ταυτηνδὶ λαβὼν
τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ,
νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,
φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε,
τὸν πατέρ ἔα ζῆν· ἀλλʼ ἐπειδὴ μάχιμος εἶ,
ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.
νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν,
καὶ πείσομαί σοι.
νοῦν ἄρʼ ἔξεις νὴ Δία.