Ancient Greek
Choral 4
Aristophanes, Ὄρνιθες 4.2
Not analysed yet
καλεῖς δὲ τοῦ κλύειν θέλων;
τίνες ποθʼ οἵδε καὶ πόθεν;
ξείνω σοφῆς ἀφʼ Ἑλλάδος.
τύχη δὲ ποία κομίζει
ποτʼ αὐτὼ πρὸς ὄρνιθας
ἐλθεῖν;
ἔρως
βίου διαίτης τε καὶ
σοῦ ξυνοικεῖν τέ σοι
καὶ ξυνεῖναι τὸ πᾶν.
τί φῄς;
λέγουσι δὴ τίνας λόγους;
ἄπιστα καὶ πέρα κλύειν.
ὁρᾷ τι κέρδος ἐνθάδʼ ἄξιον
μονῆς, ὅτῳ πέποιθʼ
ἐμοὶ ξυνὼν
κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ
φίλοισιν ὠφελεῖν ἔχειν;
λέγει μέγαν τινʼ ὄλβον οὔτε
λεκτὸν οὔτε πιστόν· ὡς
σὰ γὰρ τὰ πάντα ταῦτα καὶ
τὸ τῇδε καὶ τὸ κεῖσε καὶ
τὸ δεῦρο προσβιβᾷ λέγων.
πότερα μαινόμενος;
ἄφατον ὡς φρόνιμος.
ἔνι σοφόν τι φρενί;
πυκνότατον κίναδος,
σόφισμα κύρμα τρῖμμα παιπάλημʼ ὅλον.
λέγειν λέγειν κέλευέ μοι.
κλύων γὰρ ὧν σύ μοι λέγεις
λόγων ἀνεπτέρωμαι.