Ancient Greek
Agon 6, lines 6.1-6.2
Aristophanes, Ὄρνιθες 6.1-2
Not analysed yet
δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον
πέφυκεν ἄνθρωπος· σὺ δʼ ὅμως λέγε μοι.
τάχα γὰρ τύχοις ἂν
χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ
δύναμίν τινα μείζω
παραλειπομένην ὑπʼ ἐμῆς φρενὸς ἀξυνέτου·
σὺ δὲ τοῦθʼ οὑρᾷς λέγʼ ἐς κοινόν.
ὃ γὰρ ἂν σὺ τύχῃς μοι
ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.
ἀλλʼ ἐφʼ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,
λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.