Ancient Greek · ~7 min
Prologue 1, lines 1.140-1.182
Aristophanes, Ἐκκλησιάζουσαι 1.140-182
Not analysed yet
καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν
τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν;
καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες,
καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται,
σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ.
νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·
δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.
ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν;
ἐγώ.
ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.
ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων
λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος·
νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν
ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.
μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;
τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.
μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.
ὢ νὴ τὸν Ἀπόλλω.
παῦε τοίνυν, ὡς ἐγὼ
ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα
τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.
φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.
οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—
γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;
διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ
ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί·
αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ
τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι
τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω
τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.
ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην
ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν
χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά.
χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,
οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,
τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε.