Ancient Greek · ~7 min
Prologue 1, lines 1.47b-1.92
Aristophanes, Ἐκκλησιάζουσαι 1.47b-92
Not analysed yet
καίτοι δοκεῖ
κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην
ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει.
καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτη
ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην
ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε
ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
ἔγωγε. πρῶτον μέν γʼ ἔχω τὰς μασχάλας
λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον·
ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,
ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέρας
ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίας
ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη
καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν
πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;
νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί.
κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.
ὑμεῖς δὲ τί φατε;
φασί· κατανεύουσι γάρ.
καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα.
Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.
ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην
τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.
νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν
τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·
ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα
ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα
πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
πληρουμένης τάλαινα;
νὴ τὴν Ἄρτεμιν
ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.