Ancient Greek
Agon 6
Aristophanes, Ἐκκλησιάζουσαι 6.4
Not analysed yet
ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν·
πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,
ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.
αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
τάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς·
ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία.
παρʼ ἐμοὶ δʼ ἑτέρα
φήσει τις ἄνωθʼ ἐξ ὑπερῴου,
καὶ καλλίστη καὶ λευκοτάτη·
πρότερον μέντοι δεῖ σε καθεύδειν
αὐτῆς παρʼ ἐμοί.
τοῖς εὐπρεπέσιν δʼ ἀκολουθοῦντες
καὶ μειρακίοις οἱ φαυλότεροι
τοιάδʼ ἐροῦσιν· ποῖ θεῖς οὗτος;
πάντως οὐδὲν δράσεις ἐλθών·
τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς
ἐψήφισται προτέροις βινεῖν,
ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς
ἐν τοῖς προθύροισι δέφεσθαι.
φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν;
πάνυ.
βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,
ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
ἤδη γὰρ εὐωχησόμεσθα;
φήμʼ ἐγώ.
ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
ἁπαξαπάσας.
ἵνα τί;
δῆλον τουτογί·
ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.
καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον
κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,
ἵνʼ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,
τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;
ἐγὼ δʼ ἵνʼ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.