Ancient Greek · ~7 min
Episode 7, lines 7.730-7.773
Aristophanes, Ἐκκλησιάζουσαι 7.730-773
Not analysed yet
χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς
τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,
ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς.
ποῦʼ σθʼ ἡ διφροφόρος; ἡ χύτρα δεῦρʼ ἔξιθι,
νὴ Δία μέλαινά γʼ, οὐδʼ ἂν εἰ τὸ φάρμακον
ἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.
ἵστω παρʼ αὐτήν, δεῦρʼ ἴθʼ, ἡ κομμώτρια.
φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε
ἐνταῦθα. σὺ δὲ δεῦρʼ ἡ κιθαρῳδὸς ἔξιθι,
πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίαν
ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.
ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρία
κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.
τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.
ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα
ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶ
πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν
οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,
πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμʼ ὅπως ἔχει.
οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;
πότερον μετοικιζόμενος ἐξενήνοχας
αὔτʼ ἢ φέρεις ἐνέχυρα θήσων;
οὐδαμῶς.
τί δῆτʼ ἐπὶ στοίχου ʼστὶν οὕτως; οὔτι μὴ
Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
μὰ Δίʼ ἀλλʼ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
μέλλεις ἀποφέρειν;
πάνυ γε.
κακοδαίμων ἄρʼ εἶ
νὴ τὸν Δία τὸν σωτῆρα.
πῶς;
πῶς; ῥᾳδίως.
τί δʼ; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
ποίοισιν ὦ δύστηνε;
τοῖς δεδογμένοις.
δεδογμένοισιν; ὡς ἀνόητος ἦσθʼ ἄρα.
ἀνόητος;
οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
ἁπαξαπάντων.
ὅτι τὸ ταττόμενον ποιῶ;
τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
μάλιστα πάντων.
τὸν μὲν οὖν ἀβέλτερον.
σὺ δʼ οὐ καταθεῖναι διανοεῖ;
φυλάξομαι,
πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι
τὰ χρήματʼ εἰσίν;
ἀλλʼ ἰδὼν ἐπειθόμην.
λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.