Ancient Greek · ~7 min
Lyric-Scene 8, lines 8.2.972-8.2.1012b
Aristophanes, Ἐκκλησιάζουσαι 8.2.972-1012b
Not analysed yet
ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
ἄνοιξον ἀσπάζου με·
διά τοι σὲ πόνους ἔχω.
οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;
πόθεν;
καὶ τὴν θύραν γʼ ἤραττες.
ἀποθάνοιμʼ ἄρα.
τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας;
Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον.
τίνα;
οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.
ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
εἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα.
τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν ὦ γλύκων·
νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι
θύρασί μʼ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα.
ἀλλʼ ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου.
τίνα;
τὸν τῶν γραφέων ἄριστον.
οὗτος δʼ ἔστι τίς;
ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
ἀλλʼ ἄπιθʼ, ὅπως μή σʼ ἐπὶ θύραισιν ὄψεται.
οἶδʼ οἶδʼ ὅ τι βούλει.
καὶ γὰρ ἐγώ σε νὴ Δία.
μὰ τὴν Ἀφροδίτην ἥ μʼ ἔλαχε κληρουμένη,
μὴ ʼγώ σʼ ἀφήσω.
παραφρονεῖς ὦ γρᾴδιον.
ληρεῖς· ἐγὼ δʼ ἄξω σʼ ἐπὶ τἀμὰ στρώματα.
τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
μὴ σκῶπτέ μʼ ὦ τάλαν ἀλλʼ ἕπου δεῦρʼ ὡς ἐμέ.
ἀλλʼ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σʼ. ὡς ἐγὼ
τοῖς τηλικούτοις ξυγκαθεύδουσʼ ἥδομαι.
ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
κοὐκ ἂν πιθοίμην οὐδέποτʼ.
ἀλλὰ νὴ Δία
ἀναγκάσει τουτί σε.
τοῦτο δʼ ἔστι τί;