Ancient Greek · ~5 min
Lyric-Scene 8, lines 8.6-8.2
Aristophanes, Ἐκκλησιάζουσαι 8.6-2
Not analysed yet
εἴθʼ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
καὶ μὴ δʼει πρότερον διασποδῆσαι
ἀνάσιμον ἢ πρεσβυτέραν·
οὐ γὰρ ἀνασχετὸν τοῦτό γʼ ἐλευθέρῳ.
οἰμώζων ἄρα νὴ Δία σποδήσεις.
οὐ γὰρ τἀπὶ Χαριξένης τάδʼ ἐστίν.
κατὰ τὸν νόμον ταῦτα ποιεῖν
ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.
ἀλλʼ εἶμι τηρήσουσʼ ὅ τι καὶ δράσει ποτέ.
εἴθʼ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,
ἐφʼ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον·
φρούδη γάρ ἐστιν οἰομένη μʼ ἔνδον μένειν.
ἀλλʼ οὑτοσὶ γὰρ αὐτὸς οὗ ʼμεμνήμεθα.
δεῦρο δὴ δεῦρο δή,
φίλον ἐμόν, δεῦρό μοι
πρόσελθε καὶ ξύνευνος
τὴν εὐφρόνην ὅπως ἔσει.
πάνυ γάρ τις ἔρως με δονεῖ
τῶνδε τῶν σῶν βοστρύχων.
ἄτοπος δʼ ἔγκειταί μοί τις
πόθος, ὅς με διακναίσας ἔχει.
μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
καὶ ποίησον τόνδʼ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
δεῦρο δὴ δεῦρο δή,
καὶ σύ μοι καταδραμοῦσα
τὴν θύραν ἄνοιξον
τήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
φίλον, ἀλλʼ ἐν τῷ σῷ
βούλομαι κόλπῳ πληκτίζεσθαι
μετὰ τῆς σῆς πυγῆς.
Κύπρι τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;
μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
καὶ ποίησον τήνδʼ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
εἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
ἄνοιξον ἀσπάζου με·
διά τοι σὲ πόνους ἔχω.