Ancient Greek · ~7 min
Episode 9
Aristophanes, Ἐκκλησιάζουσαι 9
Not analysed yet
ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ,
αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις
οἱ γείτονές τε πάντες οἵ τε δημόται,
ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
ἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δʼ ὑπερπέπαικεν αὖ
τούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια.
ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον·
τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο·
ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί.
κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθʼ ὅλην
ἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ.
ἀλλʼ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,
τὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.
αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.
μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
ὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.
ἐγώ;
σὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ.
τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,
ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.
ποῖ ποῖ βαδίζεις;
ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
νὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.
ὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ
ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
καὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.
οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
καὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως
καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
τὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένον
ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·
ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
τί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγεις
τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
σμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.