Ancient Greek · ~7 min
Prologue 1, lines 1.1-1.45
Aristophanes, Λυσιστράτη 1.1-45
Not analysed yet
ἀλλʼ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ ʼς Πανὸς ἢ ʼπὶ Κωλιάδʼ ἢ ʼς Γενετυλλίδος,
οὐδʼ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δʼ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
πλὴν ἥ γʼ ἐμὴ κωμῆτις ἥδʼ ἐξέρχεται.
χαῖρʼ ὦ Καλονίκη.
καὶ σύ γʼ ὦ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζʼ ὦ τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
ἀλλʼ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
καὶ πόλλʼ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι—
καὶ γάρ ἐσμεν νὴ Δία.
εἰρημένον δʼ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
εὕδουσι κοὐχ ἥκουσιν.
ἀλλʼ ὦ φιλτάτη
ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.
ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρʼ ἐκύπτασεν,
ἡ δʼ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δʼ ἔλουσεν, ἡ δʼ ἐψώμισεν.
ἀλλʼ ἕτερά τἄρʼ ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς.
τί δʼ ἐστὶν ὦ φίλη Λυσιστράτη,
ἐφʼ ὅ τι ποθʼ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι;
μέγα.
μῶν καὶ παχύ;
καὶ νὴ Δία παχύ.
κᾆτα πῶς οὐχ ἥκομεν;
οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένον
πολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον.
ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδος
ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
ἐν ταῖς γυναιξίν; ἐπʼ ὀλίγου γʼ ὠχεῖτʼ ἄρα.
ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους—
βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία.
Βοιωτίους τε πάντας ἐξολωλέναι.
μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις.
περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν· ἀλλʼ ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδε
αἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
καὶ Κιμμερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας;