Ancient Greek · ~7 min
Prologue 1, lines 1.46-1.89
Aristophanes, Λυσιστράτη 1.46-89
Not analysed yet
ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ,
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
τίνα δὴ τρόπον ποθʼ;
ὥστε τῶν νῦν μηδένα
ἀνδρῶν ἐπʼ ἀλλήλοισιν ἄρεσθαι δόρυ—
κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.
μηδʼ ἀσπίδα λαβεῖν—
Κιμμερικὸν ἐνδύσομαι.
μηδὲ ξιφίδιον.
κτήσομαι περιβαρίδας.
ἆρʼ οὐ παρεῖναι τὰς γυναῖκας δῆτʼ ἐχρῆν;
οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας ἥκειν πάλαι.
ἀλλʼ ὦ μέλʼ ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς,
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
ἀλλʼ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
οὐδʼ ἐκ Σαλαμῖνος.
ἀλλʼ ἐκεῖναί γʼ οἶδʼ ὅτι
ἐπὶ τῶν κελήτων διαβεβήκασʼ ὄρθριαι.
οὐδʼ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
γυναῖκας, οὐχ ἥκουσιν.
ἡ γοῦν Θεογένους
ὡς δεῦρʼ ἰοῦσα θοὐκάταιον ἤρετο.
ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
αἱδί θʼ ἕτεραι χωροῦσί τινες. ἰοὺ ἰού,
πόθεν εἰσίν;
Ἀναγυρουντόθεν.
νὴ τὸν Δία·
ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;
τί φῄς; τί σιγᾷς;
οὔ σʼ ἐπαινῶ Μυρρίνη
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
ἀλλʼ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
μὰ Δίʼ ἀλλʼ ἐπαναμείνωμεν ὀλίγου γʼ οὕνεκα
τάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
γυναῖκας ἐλθεῖν.
πολὺ σὺ κάλλιον λέγεις.
ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
κἂν ταῦρον ἄγχοις.
μάλα γʼ οἰῶ ναὶ τὼ σιώ·
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.
ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;
πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
ἵκει ποθʼ ὑμέ.
νὴ μὰ Δία Βοιωτία,
καλόν γʼ ἔχουσα τὸ πεδίον.
καὶ νὴ Δία
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.