Ancient Greek · ~7 min
Prologue 1, lines 1.172-1.214
Aristophanes, Λυσιστράτη 1.172-214
Not analysed yet
ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.
οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες,
καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον·
καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.
τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖ
ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
καλῶς λέγεις. ποῦ ʼσθʼ ἡ Σκύθαινα; ποῖ βλέπεις;
θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
καί μοι δότω τὰ τόμιά τις.
Λυσιστράτη
τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς;
ὅντινα;
εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ,
μηλοσφαγούσας.
μὴ σύ γʼ ὦ Λυσιστράτη
εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος;
εἰ λευκόν ποθεν
ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.
ποῖ λευκὸν ἵππον;
ἀλλὰ πῶς ὀμούμεθα
ἡμεῖς;
ἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.
θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.
φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.
ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.
ἐᾶτε πρώτην μʼ ὦ γυναῖκες ὀμνύναι.
μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.
λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·
λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω·
ὑμεῖς δʼ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.