Ancient Greek · ~7 min
Prologue 1, lines 1.90-1.130
Aristophanes, Λυσιστράτη 1.90-130
Not analysed yet
τίς δʼ ἡτέρα παῖς;
χαΐα ναὶ τὼ σιώ,
Κορινθία δʼ αὖ.
χαΐα νὴ τὸν Δία
δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.
τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
τὸν τᾶν γυναικῶν;
ἥδʼ ἐγώ.
μύσιδδέ τοι
ὅ τι λῇς ποθʼ ἁμέ.
νὴ Δίʼ ὦ φίλη γύναι,
λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.
λέγοιμʼ ἂν ἤδη. πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ
ἐπερήσομαί τι μικρόν.
ὅ τι βούλει γε σύ.
τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδʼ ὅτι
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,
ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.
ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,
μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
νὴ τὼ θεώ·
ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνω
ἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.
λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
ἀφεκτέʼ ἐστὶ—
τοῦ; φράσον.
ποιήσετʼ οὖν;
ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
αὗται τί μοιμυᾶτε κἀνανεύετε;
τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε;
οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.