Ancient Greek · ~2 min
Lyric-Scene 12
Aristophanes, Λυσιστράτη 12.2
Not analysed yet
πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας,
ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,
ἐπὶ δὲ δίδυμον ἀγέχορον
Ἰήιον
εὔφρονʼ, ἐπὶ δὲ Νύσιον,
ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται,
Δία τε πυρὶ φλεγόμενον, ἐπί τε
πότνιαν ἄλοχον ὀλβίαν·
εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι
χρησόμεθʼ οὐκ ἐπιλήσμοσιν
Ἡσυχίας πέρι τῆς ἀγανόφρονος,
ἣν ἐποίησε θεὰ Κύπρις.
ἀλαλαὶ ἰὴ παιήων·
αἴρεσθʼ ἄνω ἰαί,
ὡς ἐπὶ νίκῃ ἰαί.
εὐοῖ εὐοῖ, εὐαί εὐαί.
πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.