Ancient Greek · ~2 min
Parodos 2
Aristophanes, Λυσιστράτη 2.1
Not analysed yet
ἦ πόλλʼ ἄελπτʼ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,
ἐπεὶ τίς ἄν ποτʼ ἤλπισʼ ὦ Στρυμόδωρʼ ἀκοῦσαι
γυναῖκας, ἃς ἐβόσκομεν
κατʼ οἶκον ἐμφανὲς κακόν,
κατὰ μὲν ἅγιον ἔχειν βρέτας,
κατὰ δʼ ἀκρόπολιν ἐμὰν λαβεῖν
μοχλοῖς δὲ καὶ κλῄθροισι
τὰ προπύλαια πακτοῦν;
ἀλλʼ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε,
ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,
ὅσαι τὸ πρᾶγμα τοῦτʼ ἐνεστήσαντο καὶ μετῆλθον,
μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες
πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.