Ancient Greek · ~3 min
Agon 4, lines 4.5-4.8
Aristophanes, Λυσιστράτη 4.5-8
Not analysed yet
ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι,
παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
κᾆτα σιώπα
καὶ τοῦτον τὸν καλαθίσκον.
κᾆτα ξαίνειν ξυζωσάμενος
κυάμους τρώγων·
πόλεμος δὲ γυναιξὶ μελήσει.
αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,
†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·
ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι
μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς
ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,
ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις
ἀρετὴ φρόνιμος.
ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,
χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε.