Ancient Greek · ~7 min
Episode 7, lines 7.706-7.750
Aristophanes, Λυσιστράτη 7.706-750
Not analysed yet
ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
ποιεῖ μʼ ἄθυμον περιπατεῖν τʼ ἄνω κάτω.
τί φῄς; τί φῄς;
ἀληθῆ, ἀληθῆ.
τί δʼ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.
ἀλλʼ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.
βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.
ἰὼ Ζεῦ.
τί Ζῆνʼ ἀυτεῖς; ταῦτα δʼ οὖν οὕτως ἔχει.
ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι
οἵα τʼ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.
τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν
κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,
τὴν δʼ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,
τὴν δʼ αὐτομολοῦσαν, τὴν δʼ ἐπὶ στρούθου †μίαν†
ἤδη πέτεσθαι διανοουμένην κάτω
ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.
πάσας τε προφάσεις ὥστʼ ἀπελθεῖν οἴκαδε
ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται.
αὕτη σὺ ποῖ θεῖς;
οἴκαδʼ ἐλθεῖν βούλομαι.
οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
ὑπὸ τῶν σέων κατακοπτόμενα.
ποίων σέων;
οὐκ εἶ πάλιν;
ἀλλʼ ἥξω ταχέως νὴ τὼ θεὼ
ὅσον διαπετάσασʼ ἐπὶ τῆς κλίνης μόνον.
μὴ διαπετάννυ, μηδʼ ἀπέλθῃς μηδαμῇ.
ἀλλʼ ἐῶ ʼπολέσθαι τἄριʼ;
ἢν τούτου δέῃ.
τάλαινʼ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,
ἣν ἄλοπον οἴκοι καταλέλοιφʼ.
αὕθἠτέρα
ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
χώρει πάλιν δεῦρʼ.
ἀλλὰ νὴ τὴν Φωσφόρον
ἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι.
μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,
ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.
ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου,
ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.
τί ταῦτα ληρεῖς;
αὐτίκα μάλα τέξομαι.
ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές.
ἀλλὰ τήμερον.
ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη
ἀπόπεμψον ὡς τάχιστα.
τίνα λόγον λέγεις;
τί τοῦτʼ ἔχεις τὸ σκληρόν;
ἄρρεν παιδίον.
μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίον
ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ.