Ancient Greek · ~5 min
Episode 7, lines 7.751-7.780
Aristophanes, Λυσιστράτη 7.751-780
Not analysed yet
ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆν
κυεῖν ἔφασκες;
καὶ κυῶ γε νὴ Δία.
τί δῆτα ταύτην εἶχες;
ἵνα μʼ εἰ καταλάβοι
ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆν
ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.
τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα.
οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει,
ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.
ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαι
ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.
ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.
ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴει
ποθεῖν ἐκείνους; ἀργαλέας γʼ εὖ οἶδʼ ὅτι
ἄγουσι νύκτας. ἀλλʼ ἀνάσχεσθʼ ὦγαθαί,
καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον,
ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν
μὴ στασιάσωμεν· ἔστι δʼ ὁ χρησμὸς οὑτοσί.
λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει.
σιγᾶτε δή.
ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,
τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,
παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσει
Ζεὺς ὑψιβρεμέτης—
ἐπάνω κατακεισόμεθʼ ἡμεῖς;
ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν
ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει
ὄρνεον οὐδʼ ὁτιοῦν καταπυγωνέστερον εἶναι.
σαφής γʼ ὁ χρησμὸς νὴ Δίʼ.
ὦ πάντες θεοί,
μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,
ἀλλʼ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ
ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.