Ancient Greek · ~7 min
Prologue 1, lines 1.181-1.223
Aristophanes, Νεφέλαι 1.181-223
Not analysed yet
ἄνοιγʼ ἄνοιγʼ ἀνύσας τὸ φροντιστήριον,
καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
μαθητιῶ γάρ· ἀλλʼ ἄνοιγε τὴν θύραν.
ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;
τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;
τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.
ἀτὰρ τί ποτʼ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί;
ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.
βολβοὺς ἄρα
ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε·
ἐγὼ γὰρ οἶδʼ ἵνʼ εἰσὶ μεγάλοι καὶ καλοί.
τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρʼ ἐγκεκυφότες;
οὗτοι δʼ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
τί δῆθʼ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;
αὐτὸς καθʼ αὑτὸν ἀστρονομεῖν διδάσκεται.
ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ.
μήπω γε μήπω γʼ· ἀλλʼ ἐπιμεινάντων, ἵνα
αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
ἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέρα
ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι.
ἀστρονομία μὲν αὑτηί.
τουτὶ δὲ τί;
γεωμετρία.
τοῦτʼ οὖν τί ἐστι χρήσιμον;
γῆν ἀναμετρῆσαι.
πότερα τὴν κληρουχικήν;
οὔκ, ἀλλὰ τὴν σύμπασαν.
ἀστεῖον λέγεις.
τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;
αἵδε μὲν Ἀθῆναι.
τί σὺ λέγεις; οὐ πείθομαι,
ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
ὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;
ἐνταῦθʼ ἔνεισιν. ἡ δέ γʼ Εὔβοἰ, ὡς ὁρᾷς,
ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
οἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
ἀλλʼ ἡ Λακεδαίμων ποῦ ʼσθʼ;
ὅπου ʼστίν; αὑτηί.
ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε,
ταύτην ἀφʼ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
ἀλλʼ οὐχ οἷόν τε.
νὴ Δίʼ οἰμώξεσθʼ ἄρα.
φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;
αὐτός.
τίς αὐτός;
Σωκράτης.
ὦ Σώκρατες.
ἴθʼ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.
αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.
ὦ Σώκρατες,
ὦ Σωκρατίδιον.
τί με καλεῖς ὦφήμερε;