Ancient Greek · ~7 min
Prologue 1, lines 1.133-1.180
Aristophanes, Νεφέλαι 1.133-180
Not analysed yet
βάλλʼ ἐς κόρακας· τίς ἐσθʼ ὁ κόψας τὴν θύραν;
Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
ἀμαθής γε νὴ Δίʼ ὅστις οὑτωσὶ σφόδρα
ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
καὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην.
σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.
ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
ἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ
ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.
λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτης
ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας·
δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν
ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
πῶς δῆτα διεμέτρησε;
δεξιώτατα.
κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.
τί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους
φρόντισμα;
ποῖον; ἀντιβολῶ κάτειπέ μοι.
ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος
ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
κατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.
τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
στενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴν
βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·
ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
ὦ τρισμακάριος τοῦ διεντερεύματος.
ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
ὑπʼ ἀσκαλαβώτου.
τίνα τρόπον; κάτειπέ μοι.
ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
καὶ τὰς περιφορὰς εἶτʼ ἄνω κεχηνότος
ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
ἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
εἶεν· τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο;
κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν
κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν
ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;