Ancient Greek
Prologue 1, lines 1.90-1.132
Aristophanes, Νεφέλαι 1.90-132
Not analysed yet
λέγε δή, τί κελεύεις;
καί τι πείσει;
πείσομαι
νὴ τὸν Διόνυσον.
δεῦρό νυν ἀπόβλεπε.
ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;
ὁρῶ. τί οὖν τοῦτʼ ἐστὶν ἐτεὸν ὦ πάτερ;
ψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον.
ἐνταῦθʼ ἐνοικοῦσʼ ἄνδρες, οἳ τὸν οὐρανὸν
λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δʼ ἄνθρακες.
οὗτοι διδάσκουσʼ, ἀργύριον ἤν τις διδῷ,
λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
εἰσὶν δὲ τίνες;
οὐκ οἶδʼ ἀκριβῶς τοὔνομα·
μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
αἰβοῖ πονηροί γʼ, οἶδα. τοὺς ἀλαζόνας
τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,
ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
ἢ ἢ σιώπα· μηδὲν εἴπῃς νήπιον.
ἀλλʼ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,
τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.
οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι
τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.
ἴθʼ ἀντιβολῶ σʼ ὦ φίλτατʼ ἀνθρώπων ἐμοὶ
ἐλθὼν διδάσκου.
καὶ τί σοι μαθήσομαι;
εἶναι παρʼ αὐτοῖς φασιν ἄμφω τὼ λόγω,
τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
νικᾶν λέγοντά φασι τἀδικώτερα.
ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,
ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν
οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί.
οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν
τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει,
οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας·
ἀλλʼ ἐξελῶ σʼ ἐς κόρακας ἐκ τῆς οἰκίας.
ἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέης
ἄνιππον. ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ.
ἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι,
ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.
πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;
ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι,
ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.