Ancient Greek
Lyric-Scene 10, lines 10.4.1214-10.4.1255
Aristophanes, Νεφέλαι 10.4.1214-1255
Not analysed yet
εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,
ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτων
ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην —
τίς οὑτοσί;
ἐς τὴν ἕνην τε καὶ νέαν.
μαρτύρομαι,
ὅτι ἐς δύʼ εἶπεν ἡμέρας. τοῦ χρήματος;
τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
τὸν ψαρὸν ἵππον.
ἵππον; οὐκ ἀκούετε;
ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν.
καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς.
μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατο
Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ;
τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;
καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
ἵνʼ ἂν κελεύσω ʼγώ σε;
τοὺς ποίους θεούς;
τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
νὴ Δία
κἂν προσκαταθείην γʼ ὥστʼ ὀμόσαι τριώβολον.
ἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι.
ἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί.
οἴμʼ ὡς καταγελᾷς.
ἓξ χοᾶς χωρήσεται.
οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
ἐμοῦ καταπροίξει.
θαυμασίως ἥσθην θεοῖς,
καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.
ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή,
ἀπόπεμψον ἀποκρινάμενος.
ἔχε νυν ἥσυχος.
ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς.
τί σοι δοκεῖ δράσειν;
ἀποδώσειν μοι δοκεῖ.
ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε
τουτὶ τί ἔστι;
τοῦθʼ ὅ τι ἐστί; κάρδοπος.
ἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;
οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί,
ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.
οὐκ ἄρʼ ἀποδώσεις;
οὐχ ὅσον γέ μʼ εἰδέναι.
οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς
ἀπὸ τῆς θύρας;
ἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτι
θήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ.