Ancient Greek · ~4 min
Prologue 1
Aristophanes, Εἰρήνη 1.4
Not analysed yet
καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρον
ζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;
ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.
ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,
ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.
ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ,
ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος.
οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,
ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
ἀλλʼ ὦ μέλʼ ἄν μοι σιτίων διπλῶν ἔδει·
νῦν δʼ ἃττʼ ἂν αὐτὸς καταφάγω τὰ σιτία,
τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
τί δʼ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν.
ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε.
ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,
μὴ βδεῖτε μηδὲ χέζεθʼ ἡμερῶν τριῶν·
ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,
κατωκάρα ῥίψας με βουκολήσεται.