Ancient Greek · ~3 min
Choral 3
Aristophanes, Εἰρήνη 3.2-3
Not analysed yet
ὦ εἶα.
εἶα μάλα.
ὦ εἶα.
εἶα νὴ Δία.
μικρόν γε κινοῦμεν.
οὔκουν δεινὸν
τοὺς μὲν τείνειν τοὺς δʼ ἀντισπᾶν;
πληγὰς λήψεσθʼ ὦργεῖοι.
εἶά νυν.
εἶα ὦ.
ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες
τῆς εἰρήνης σπᾶτʼ ἀνδρείως.
ἀλλʼ εἴσʼ οἳ κωλύουσιν.
ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε;
μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη·
πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω
ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·
οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,
πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
ἄγʼ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.
χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.
χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.